Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.302 Joseph. AJ 8.306 (English) >>Joseph. AJ 8.310

8.304

Φοβηθεὶς δὲ Ἄσανος τὴν ἐπιχείρησιν τοῦ πολεμίου καὶ λογισάμενος, ὡς πολλὰ διαθήσει κακὰ τὴν ὑπʼ αὐτῷ βασιλευομένην ἅπασαν καταλειφθεὶς ἐν Ἀρμαθῶνι στρατός, ἔπεμψε πρὸς τὸν Δαμασκηνῶν βασιλέα πρέσβεις καὶ χρυσὸν καὶ ἄργυρον παρακαλῶν συμμαχίαν καὶ ὑπομιμνήσκων, ὅτι καὶ πατρῴα φιλία πρὸς ἀλλήλους ἐστὶν αὐτοῖς. 8.305 δὲ τῶν χρημάτων τὸ πλῆθος ἀσμένως ἐδέξατο καὶ συμμαχίαν ἐποιήσατο πρὸς αὐτὸν διαλύσας τὴν πρὸς τὸν Βασάνην φιλίαν, καὶ πέμψας εἰς τὰς ὑπʼ αὐτοῦ βασιλευομένας πόλεις τοὺς ἡγεμόνας τῆς ἰδίας δυνάμεως ἐκέλευσε κακοῦν αὐτάς. οἱ δὲ τὰς μὲν ἐνεπίμπρασαν τὰς δὲ διήρπασαν πορευθέντες, τήν τε Ἰωάνου λεγομένην καὶ Δάνα καὶ Ἀβελάνην καὶ ἄλλας πολλάς. 8.306ταῦτʼ ἀκούσας τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῦ μὲν οἰκοδομεῖν καὶ ὀχυροῦν τὸν Ἀραμαθῶνα ἐπαύσατο καὶ μετὰ σπουδῆς ὡς βοηθήσων τοῖς οἰκείοις κακουμένοις ἀνέστρεψεν, δʼ Ἄσανος ἐκ τῆς παρεσκευασμένης ὑπʼ αὐτοῦ πρὸς οἰκοδομίαν ὕλης πόλεις ἀνήγειρεν ἐν αὐτῷ τῷ τόπῳ δύο καρτεράς, μὲν Γαβαὰ ἐκαλεῖτο, δὲ Μασταφάς. 8.307καὶ μετὰ ταῦτα καιρὸν οὐκ ἔσχεν Βασάνης τῆς ἐπὶ τὸν Ἄσανον στρατείας· ἐφθάσθη γὰρ ὑπὸ τοῦ χρεὼν καὶ θάπτεται μὲν ἐν Θαρσῇ πόλει, παραλαμβάνει δʼ αὐτοῦ τὴν ἀρχὴν παῖς Ἤλανος. οὗτος ἄρξας ἐπʼ ἔτη δύο τελευτᾷ φονεύσαντος αὐτὸν ἐξ ἐπιβουλῆς Ζαμβρίου τοῦ ἱππάρχου τῆς ἡμισείας τάξεως·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.302 Joseph. AJ 8.306 (English) >>Joseph. AJ 8.310

Powered by PhiloLogic